Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.5 Dem. 32.8 (English) >>Dem. 32.11

32.7οὑτοσὶ δʼ κοινωνὸς αὐτοῦ καὶ συνεργὸς τὸ μὲν πρῶτον εὐθὺς ἐν τῷ πλοίῳ παρὰ τἀδικήματα, ὡς οὐδὲν εἰδώς, ἀλλʼ ἐκπεπληγμένος καὶ αὐτός, ἔπειθεν τὸν πρῳρέα καὶ τοὺς ναύτας εἰς τὸν λέμβον ἐκβαίνειν καὶ ἐκλιπεῖν τὴν ναῦν τὴν ταχίστην, ὡς ἀνελπίστου τῆς σωτηρίας οὔσης καὶ καταδυσομένης τῆς νεὼς αὐτίκα μάλα, ἵνʼ, ὅπερ διενοήθησαν, τοῦτʼ ἐπιτελεσθείη καὶ ναῦς ἀπόλοιτο καὶ τὰ συμβόλαιʼ ἀποστερήσαιεν. 32.8ἀποτυχὼν δὲ τούτου, καὶ τοῦ παρʼ ἡμῶν συμπλέοντος ἐναντιωθέντος καὶ τοῖς ναύταις μισθούς, εἰ διασῴσειαν τὴν ναῦν, μεγάλους ἐπαγγειλαμένου, σωθείσης εἰς Κεφαλληνίαν τῆς νεὼς διὰ τοὺς θεοὺς μάλιστά γε, εἶτα καὶ διὰ τὴν τῶν ναυτῶν ἀρετήν, πάλιν μετὰ τῶν Μασσαλιωτῶν τῶν τοῦ Ἡγεστράτου πολιτῶν μὴ καταπλεῖν Ἀθήναζε τὸ πλοῖον ἔπραττε, λέγων ὡς αὐτός τε καὶ τὰ χρήματʼ ἐκεῖθέν ἐστι, καὶ ναύκληρος εἴη καὶ οἱ δεδανεικότες Μασσαλιῶται. 32.9ἀποτυχὼν δὲ καὶ τούτου, καὶ τῶν ἀρχόντων τῶν ἐν τῇ Κεφαλληνίᾳ γνόντων Ἀθήναζε τὴν ναῦν καταπλεῖν, ὅθενπερ ἀνήχθη, ὃν οὐδʼ ἂν εἷς ἐλθεῖν ᾤετο δεῦρο τολμῆσαι τοιαῦτά γʼ ἐσκευωρημένον καὶ πεποιηκότα, οὗτος, ἄνδρες Ἀθηναῖοι, τοσοῦτον ὑπερβέβληκεν ἀναιδείᾳ καὶ τόλμῃ, ὥστʼ οὐκ ἐλήλυθεν μόνον, ἀλλὰ καὶ τοῦ σίτου τοῦ ἡμετέρου ἀμφισβητήσας ἡμῖν δίκην προσείληχεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.5 Dem. 32.8 (English) >>Dem. 32.11

Powered by PhiloLogic